Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.539 Joseph. BJ 5.546 (English) >>Joseph. BJ 5.552

5.543διαγγέλλεταί τε εἰς τὴν πόλιν, καὶ τὸ καταλειπόμενον πλῆθος ἐπέσχεν ἀθυμία πεπεισμένους οἴχεσθαι τῷ ὄντι διʼ ὃν αὐτομολεῖν ἐθάρρουν. 5.544ἀκούσασα δὲ τοῦ Ἰωσήπου μήτηρ ἐν τῷ δεσμωτηρίῳ τεθνάναι τὸν υἱόν, πρὸς μὲν τοὺς φύλακας ἀπὸ Ἰωταπάτων τοῦτο ἔφη πεπεῖσθαι· καὶ γὰρ οὐδὲ ζῶντος ἀπολαύειν· 5.545ἰδίᾳ δὲ ὀλοφυρομένη πρὸς τὰς θεραπαινίδας τοῦτον εἰληφέναι τῆς εὐτεκνίας ἔλεγε καρπὸν τὸ μηδὲ θάψαι τὸν υἱόν, ὑφʼ οὗ ταφήσεσθαι προσεδόκησεν. 5.546ἀλλὰ γὰρ οὔτε ταύτην ἐπὶ πλέον ὠδύνα τὸ ψεῦδος οὔτε τοὺς λῃστὰς ἔθαλπε· ταχέως γὰρ ἐκ τῆς πληγῆς ἀνήνεγκεν Ἰώσηπος, καὶ προελθὼν τοὺς μὲν οὐκ εἰς μακρὰν ἐβόα δίκας αὐτῷ δώσειν τοῦ τραύματος, τὸν δὲ δῆμον ἐπὶ πίστιν πάλιν προυκαλεῖτο. 5.547θάρσος δὲ τῷ λαῷ καὶ τοῖς στασιασταῖς ἔκπληξις ἐμπίπτει πρὸς τὴν ὄψιν αὐτοῦ. 5.548

Τῶν δʼ αὐτομόλων οἱ μὲν ὑπʼ ἀνάγκης ἀπὸ τοῦ τείχους

-- --

ἐπήδων ταχέως, οἱ δὲ προϊόντες ὡς ἐπὶ μάχῃ μετὰ χερμάδων ἔπειτα πρὸς τοὺς Ῥωμαίους ἔφευγον. συνείπετο δὲ τούτοις τύχη τῶν εἴσω χαλεπωτέρα, καὶ τοῦ παρὰ σφίσι λιμοῦ συντονώτερον εὕρισκον πρὸς ὄλεθρον τὸν παρὰ Ῥωμαίοις κόρον. 5.549παρεγίνοντο μὲν γὰρ ἀπὸ τῆς ἐνδείας πεφυσημένοι καὶ ὥσπερ ὑδρωπιῶντες, ἔπειτα ἀθρόως κενοῖς ὑπερεμπιπλάμενοι τοῖς σώμασιν ἐρρήγνυντο πλὴν τῶν διʼ ἐμπειρίαν ταμιευσαμένων τὰς ὀρέξεις καὶ κατʼ ὀλίγον προσθέντων τροφὴν ἀπειθισμένῳ τῷ σώματι φέρειν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.539 Joseph. BJ 5.546 (English) >>Joseph. BJ 5.552

Powered by PhiloLogic